Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.154 Joseph. AJ 14.159 (English) >>Joseph. AJ 14.163

14.157τοὺς μὲν γὰρ τὰ Ὑρκανοῦ φρονοῦντας ἐν εὑδίᾳ διάξειν καὶ βιώσεσθαι τῶν ἰδίων ἀπολαύοντας κτημάτων ἀταράχως, προστιθεμένους δὲ ταῖς ἐκ τοῦ νεωτερίζειν ἐλπίσιν καὶ τοῖς ἀπʼ αὐτῶν κέρδεσιν προσανέχοντας αὐτὸν μὲν ἕξειν ἀντὶ προστάτου δεσπότην, Ὑρκανὸν δὲ ἀντὶ βασιλέως τύραννον, Ῥωμαίους δὲ καὶ Καίσαρα πικροὺς ἀνθʼ ἡγεμόνων πολεμίους· οὐ γὰρ ἀνέξεσθαι μετακινούμενον ὃν αὐτοὶ κατέστησαν. ταῦτα λέγων καθίστα τὰ κατὰ τὴν χώραν. 14.158

Βραδὺν δʼ ὁρῶν καὶ νωθῆ τὸν Ὑρκανὸν Φασάηλον μὲν τὸν πρεσβύτατον τῶν παίδων Ἱεροσολύμων καὶ τῶν πέριξ στρατηγὸν ἀποδείκνυσιν, τῷ δὲ μετʼ αὐτὸν Ἡρώδῃ τὴν Γαλιλαίαν ἐπέτρεψεν νέῳ παντάπασιν ὄντι· πεντεκαίδεκα γὰρ ἐγεγόνει μόνα ἔτη. 14.159βλάπτει δὲ οὐδὲν αὐτὸν νεότης, ἀλλʼ ὢν τὸ φρόνημα γενναῖος νεανίας ἀφορμὴν εὑρίσκει παραχρῆμα εἰς ἐπίδειξιν τῆς ἀρετῆς. καταλαβὼν γὰρ Ἐζεκίαν τὸν ἀρχιλῃστὴν τὰ προσεχῆ τῆς Συρίας κατατρέχοντα σὺν μεγάλῳ στίφει, τοῦτον συλλαβὼν κτείνει καὶ πολλοὺς τῶν σὺν αὐτῷ λῃστῶν. 14.160σφόδρα δὲ αὐτοῦ τὸ ἔργον τοῦτο ἠγάπησαν οἱ Σύροι· ποθοῦσι γὰρ αὐτοῖς ἀπηλλάχθαι τοῦ λῃστηρίου τὴν χώραν ἐκαθάρευσεν. ὕμνουν γοῦν αὐτὸν ἐπὶ τούτῳ κατά τε κώμας καὶ κατὰ πόλεις ὡς εἰρήνην αὐτοῖς παρεσχηκότα καὶ ἀσφαλῆ τῶν κτημάτων ἀπόλαυσιν. ἐγένετο δὲ διὰ τοῦτο καὶ Σέξστῳ Καίσαρι γνώριμος ὄντι συγγενεῖ τοῦ μεγάλου Καίσαρος καὶ διέποντι τὴν Συρίαν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.154 Joseph. AJ 14.159 (English) >>Joseph. AJ 14.163

Powered by PhiloLogic